TheBookPost!

L'assassino

L’assassino

GR IT Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο. γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν λύκου αὐτῷ ἀπαντήσαντος φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον κἀκεῖ ἐκρύπτετο. θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατ’ αὐτοῦ αἰωρούμενον ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν. ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο. ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν […]

L’uomo di mezza età e le due amanti

GR IT Ἀνὴρ μεσαιπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα, ἡ δὲ πρεσβῦτις. καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. οὕτω τε συνέβη ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλόμενον φαλακρὸν γενέσθαι. οὕτω πανταχοῦ […]

Il Naufrago di Esopo

Il naufrago

GR IT Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ’ ἑτέρων τινῶν ἔπλει. καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς […]

the charcoal burner and the washerman

Il carbonaio e il lavandaio

GR IT Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος ὡς ἐθεάσατο γναφέα προσελθόντα, παρεκάλει αὐτόν, ὅπως αὐτῷ σύνοικος γένηται διεξιών, ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· ἀλλ’ ἔμοιγε τοῦτο παντελῶς ἐστιν ἀδύνατον. ἃ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις. ὁ λόγος δηλοῖ, ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστιν. Un […]

L'impostore

L’impostore

GR IT Ἀνὴρ πένης νοσῶν εὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν. οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. ὁ δ’ ἀναστὰς ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· ἄπελθε εἰς τὸν αἰγιαλὸν εἰς τόνδε τὸν τόπον. ἐκεῖ γὰρ Ἀττικὰς χιλίας εὑρήσεις. ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο. ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπ’ αὐτῶν συνελήφθη. ἁλοὺς δὲ ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο χίλια χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. ὡς δ’ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ἀπ’ αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν. ὁ μῦθος δηλοῖ, ὅτι τοῖς ψευδέσιν τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον. Un povero essendo malato fece voto agli dei che, se fosse sopravvissuto, avrebbe offerto cento buoi per un sacrificio. E gli dei volendo metterlo alla prova lo liberarono dalla malattia. Ed egli, alzatosi, poiché era privo di buoi, avendo plasmato cento buoi di grasso, collocatili […]

La volpe e la maschera di Esopo

La volpe e la maschera

GR IT Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει. ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον. Una volpe entrata nel laboratorio di un artigiano e frugando tra ciascuno degli oggetti presenti quando si imbattè in […]

L’alcione

GR IT Ἀλκυὼν ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. καὶ δήποτε τίκτειν μέλλουσα παρεγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπιθαλάσσιον ἐνεοττοποιεῖτο ἐνταῦθα. ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομὴν συνέβη τὴν θάλασσαν ὑπὸ λάβρου πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην […]

La volpe con la pancia piena

GR IT Ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. ἐξογκωθεῖσα δὲ τὴν γαστέρα ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· ἀλλὰ μενετέον σοι ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. ὁ λόγος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. Una volpe affamata quando vide in una cavità di quercia pane e carne lasciati da alcuni pastori, dopo essere entrata li mangiò. Ma riempitasi la pancia, poiché non poteva uscire, piangeva e si lamentava. E un’altra volpe che passava da quelle parti quando sentì il suo lamento, avvicinatasi le […]

i galli e la pernice di Esopo

I galli e la pernice

GR IT Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη […]

La Volpe e il Coccodrillo di Esopo

La volpe e il taglialegna

GR IT Ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. μετ’ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν, ὅπου κατεκρύπτετο. τῶν δὲ οὐχ […]